[13] Τίνας μήν; ἤρετο. Τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων. . . . [15] οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν. ὁ δὲ ἀνὴρ ὁ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους, καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες, οὐδὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσιν ἢ Κορίνθιοι ἢ τὸ κοινὸν Θετταλῶν.
- Map
- Pre Reading
- Post Reading
- Culture Essay
n/a
n/a