ἔστι δὲ ἐπὶ τοῦ ἰσθμοῦ τῆς ἀρχῆς, ἔνθα ὁ λῃστὴς Σίνις λαμβανόμενος πιτύων ἦγεν ἐς τὸ κάτω σφᾶς: ὁπόσων δὲ μάχῃ κρατήσειεν, ἀπ᾽ αὐτῶν δήσας ἀφῆκεν ἂν τὰ δένδρα ἄνω φέρεσθαι: ἐνταῦθα ἑκατέρα τῶν πιτύων τὸν δεθέντα ἐφ᾽ αὑτὴν εἷλκε, καὶ τοῦ δεσμοῦ μηδετέρωσε εἴκοντος ἀλλ᾽ ἀμφοτέρωθεν ἐπ᾽ ἴσης βιαζομένου διεσπᾶτο ὁ δεδεμένος. τοιούτῳ διεφθάρη τρόπῳ καὶ αὐτὸς ὑπὸ Θησέως ὁ Σίνις: ἐκάθηρε γὰρ Θησεὺς τῶν κακούργων τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Τροιζῆνος, οὕς τε πρότερον κατηρίθμησα ἀνελὼν καὶ ἐν Ἐπιδαύρῳ τῇ ἱερᾷ Περιφήτην Ἡφαίστου νομιζόμενον, κορύνῃ χαλκῇ χρώμενον ἐς τὰς μάχας.
- Map
- Pre Reading
- Post Reading
- Culture Essay
Review words for binding:
*δέω δήσω ἔδησα δέδεκα δέδεμαι ἐδέθην to bind, tie, fasten
δεσμός -οῦ, ὁ, bond, fetter, chain
Complete the worksheet reviewing the active, middle, and passive.
N/A