[9] καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν πολλῶν μὲν σοφιστῶν κακοδαιμόνων βοώντων καὶ λοιδορουμένων ἀλλήλοις, καὶ τῶν λεγομένων μαθητῶν ἄλλου ἄλλῳ μαχομένων, πολλῶν δὲ συγγραφέων ἀναγιγνωσκόντων ἀναίσθητα συγγράμματα, πολλῶν δὲ ποιητῶν ποιήματα ᾀδόντων, καὶ τούτους ἐπαινούντων ἑτέρων, πολλῶν δὲ θαυματοποιῶν θαύματα ἐπιδεικνύντων, πολλῶν δὲ τερατοσκόπων τέρατα κρινόντων, μυρίων δὲ ῥητόρων δίκας στρεφόντων, οὐκ ὀλίγων δὲ καπήλων διακαπηλευόντων ὅτι τύχοιεν ἕκαστος. [10] εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς: οὐδὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, ὅτι καθ᾽ ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ: τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἢ ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον.
- Map
- Pre Reading
- Post Reading
- Culture Essay
Intellectuals and influencers at the Isthmian Games:
Define each group:
σοφιστής -οῦ, ὁ
μαθητής -οῦ, ὁ
συγγραφεύς -εως, ὁ
θαυματοποιός -οῦ, ὁ
τερατοσκόπος -ου, ὁ
ῥήτωρ -ορος, ὁ
κάπηλος -ου, ὁ
Why might Dio place them in this order?
What name would Diogenes give himself?
n/a