[24] καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ κράτιστος δὲ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς: οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι. ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης,[25] πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπ᾽ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος. . . . [26] ἡ γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις. τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων, ἀλλὰ τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. [27] οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς: καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰασίωνα καὶ Κινύραν.